Add parallel Print Page Options

ὑποτάγητε οὖν τῷ θεῷ· ἀντίστητε δὲ τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ’ ὑμῶν· ἐγγίσατε τῷ θεῷ, καὶ [a]ἐγγιεῖ ὑμῖν. καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι. ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε· ὁ γέλως ὑμῶν εἰς πένθος [b]μετατραπήτω καὶ ἡ χαρὰ εἰς κατήφειαν· 10 ταπεινώθητε ἐνώπιον [c]κυρίου, καὶ ὑψώσει ὑμᾶς.

Read full chapter

Footnotes

  1. ΙΑΚΩΒΟΥ 4:8 ἐγγιεῖ Treg NIV RP ] ἐγγίσει WH
  2. ΙΑΚΩΒΟΥ 4:9 μετατραπήτω WH NIV ] μεταστραφήτω Treg RP
  3. ΙΑΚΩΒΟΥ 4:10 κυρίου WH Treg NIV ] τοῦ κυρίου RP